Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.95 Joseph. AJ 15.100 (English) >>Joseph. AJ 15.105

15.98Ἡρώδης δὲ καὶ πάλαι μὲν οὐκ εὔνους ἦν τῇ Κλεοπάτρᾳ χαλεπὴν εἰς ἅπαντας ἐπιστάμενος, τότε δὲ καὶ μισεῖν ἀξιῶν, εἰ διʼ ἀσέλγειαν εἰς τοῦτο πρόεισιν, καὶ φθῆναι τιμωρούμενος, εἰ ἐνεδρεύουσα τοιούτοις ἐγχειροίη, τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, βουλὴν δʼ ἐποιήσατο σὺν τοῖς φίλοις ὑποχείριον ἔχων ἀποκτεῖναι· 15.99πολλῶν γὰρ ἀπαλλάξειν κακῶν ἅπαντας οἷς ἐγένετό τε ἤδη χαλεπὴ καὶ προσεδοκᾶτο· τὸ δʼ αὐτὸ τοῦτο καὶ Ἀντωνίῳ λυσιτελήσειν οὐδʼ ἐκείνῳ πιστῆς ἐσομένης, εἴ τις αὐτὸν καιρὸς χρεία κατάσχοι τοιούτων δεησόμενον. 15.100ταῦτα βουλευόμενον ἐκώλυον οἱ φίλοι, πρῶτον μὲν διδάσκοντες, ὡς οὐκ ἄξιον μείζω πράττοντα κινδύνων τὸν φανερώτατον ἀναλαμβάνειν, ἐγκείμενοι δὲ καὶ δεόμενοι μηδὲν ἐκ προπετείας ἐπιτηδεύειν· 15.101οὐ γὰρ ἂν ἀνασχέσθαι τὸν Ἀντώνιον, οὐδʼ εἰ σφόδρα τις αὐτῷ τὸ συμφέρον στήσειε πρὸ τῶν ὀμμάτων· τόν τε γὰρ ἔρωτα μᾶλλον ὑπεκκαύσειν τὸ δοκεῖν βίᾳ καὶ κατʼ ἐπιβουλὴν αὐτῆς στέρεσθαι, μέτριον δὲ οὐδὲν εἰς τὴν ἀπολογίαν φανεῖσθαι, τοῦ μὲν ἐπιχειρήματος εἰς γυναῖκα γεγενημένου μέγιστον ἀξίωμα τῶν κατʼ ἐκεῖνον ἐσχηκυῖαν τὸν χρόνον, τῆς δʼ ὠφελείας, εἰ καὶ ταύτην τις οἰηθείη, σὺν αὐθαδείᾳ καὶ καταγνώσει τῆς ἐκείνου διαθέσεως φανουμένης. 15.102ἐξ ὧν οὐκ ἄδηλον, ὡς μεγάλων καὶ ἀπαύστων κακῶν ἀναπλησθήσεται τὰ περὶ τὴν ἀρχὴν αὐτῷ καὶ τὸ γένος, ἐξὸν ἀποκρουσάμενον τὴν ἁμαρτίαν, εἰς ἣν ἐκείνη παρακαλεῖ, θέσθαι τὸν καιρὸν εὐσχημόνως.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.95 Joseph. AJ 15.100 (English) >>Joseph. AJ 15.105

Powered by PhiloLogic